Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.364 Joseph. BJ 6.370 (English) >>Joseph. BJ 6.377

6.367ἡλίσκοντο δὲ πολλοί, καὶ πάντας ἀποσφάττοντες, ὑπὸ γὰρ ἐνδείας οὐδὲ φεύγειν ἴσχυον, ἐρρίπτουν αὐτῶν κυσὶ τοὺς νεκρούς. 6.368ἐδόκει δὲ πᾶς τρόπος ἀπωλείας τοῦ λιμοῦ κουφότερος, ὥστε καὶ Ῥωμαίοις ἀπηλπικότες ἤδη τὸν ἔλεον ὅμως προσέφευγον καὶ φονεύουσι τοῖς στασιασταῖς ἑκόντες ἐνέπιπτον. 6.369τόπος τʼ ἐπὶ τῆς πόλεως οὐδεὶς γυμνὸς ἦν, ἀλλὰ πᾶς λιμοῦ νεκρὸν εἶχεν στάσεως καὶ πεπλήρωτο νεκρῶν διὰ στάσιν διὰ λιμὸν ἀπολωλότων. 6.370

Ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη περὶ τῶν ὑπονόμων, εἰς οὓς καταφεύγοντες οὐ προσεδόκων ἐρευνηθήσεσθαι, μετὰ δὲ τὴν παντελῆ τῆς πόλεως ἅλωσιν ἀναζευξάντων Ῥωμαίων προελθόντες ἀποδράσεσθαι ἐπεχείρουν. 6.371τὸ δὲ ἦν ἄρα ὄνειρος αὐτοῖς· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον. 6.372τηνικαῦτά γε μὴν τοῖς ὑπογείοις πεποιθότες αὐτοὶ πλείονα τῶν Ῥωμαίων ἐνεπίμπρασαν, καὶ τοὺς ἐκ τῶν καιομένων καταφεύγοντας εἰς τὰς διώρυχας ἔκτεινόν τε ἀνέδην καὶ ἐσύλων καὶ εἴ τινος εὕροιεν τροφὴν ἁρπάζοντες αἵματι πεφυρμένην κατέπινον. 6.373ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς ἤδη πόλεμος αὐτοῖς, δοκοῦσί τε ἄν μοι μὴ φθασθέντες ὑπὸ τῆς ἁλώσεως διʼ ὑπερβολὴν ὠμότητος γεύσασθαι καὶ τῶν νεκρῶν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 6.364 Joseph. BJ 6.370 (English) >>Joseph. BJ 6.377

Powered by PhiloLogic